Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.332 | Joseph. BJ 3.340 (English) | >>Joseph. BJ 3.347 |
3.336
καὶ τὰ μὲν αἰχμάλωτα χίλια πρὸς τοῖς διακοσίοις συνήχθη , νεκροὶ δὲ κατὰ τὴν ἅλωσιν καὶ τὰς πρότερον μάχας συνηριθμήθησαν τετρακισμύριοι .
3.338Οὐεσπασιανὸς δὲ τήν τε πόλιν κατασκάψαι κελεύει καὶ τὰ
-- -- Ἰωτάπατα μὲν οὖν οὕτως ἑάλω τρεισκαιδεκάτῳ τῆς Νέρωνος ἡγεμονίας ἔτει Πανέμου νουμηνίᾳ .
3.340
ὁ δὲ τῆς πόλεως ἁλισκομένης δαιμονίῳ τινὶ συνεργίᾳ χρησάμενος μέσον μὲν ἑαυτὸν ἐκκλέπτει τῶν πολεμίων , καθάλλεται δὲ εἴς τινα βαθὺν λάκκον , ᾧ πλατὺ σπήλαιον διέζευκτο κατὰ πλευρὰν τοῖς ἄνωθεν ἀόρατον .
3.342ἔνθα τεσσαράκοντα μὲν τῶν ἐπισήμων ἄνδρας καταλαμβάνει λανθάνοντας , παρασκευὴν δʼ ἐπιτηδείων οὐκ ὀλίγαις ἡμέραις διαρκεῖν δυναμένην .
3.343μεθʼ ἡμέραν μὲν οὖν ὑπεστέλλετο τῶν πολεμίων πάντα διειληφότων , νυκτὸς δʼ ἀνιὼν ἐζήτει δρασμοῦ διάδυσιν καὶ τὰς φυλακὰς κατεσκέπτετο . φρουρουμένων δὲ πανταχόθεν πάντων διʼ αὐτὸν ὡς λαθεῖν οὐκ ἦν , αὖθις εἰς τὸ σπήλαιον κατῄει .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.332 | Joseph. BJ 3.340 (English) | >>Joseph. BJ 3.347 |